Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.316 Joseph. AJ 13.321 (English) >>Joseph. AJ 13.326

13.319φύσει δʼ ἐπιεικεῖ κέχρητο καὶ σφόδρα ἦν αἰδοῦς ἥττων, ὡς μαρτυρεῖ τούτῳ καὶ Στράβων ἐκ τοῦ Τιμαγένους ὀνόματος λέγων οὕτως· “ἐπιεικής τε ἐγένετο οὗτος ἀνὴρ καὶ πολλὰ τοῖς Ἰουδαίοις χρήσιμος· χώραν τε γὰρ αὐτοῖς προσεκτήσατο καὶ τὸ μέρος τοῦ τῶν Ἰτουραίων ἔθνους ᾠκειώσατο δεσμῷ συνάψας τῇ τῶν αἰδοίων περιτομῇ.” 13.320

Τελευτήσαντος δὲ Ἀριστοβούλου Σαλίνα γυνὴ αὐτοῦ, λεγομένη δὲ ὑπὸ Ἑλλήνων Ἀλεξάνδρα, λύσασα τοὺς ἀδελφοὺς αὐτοῦ, δεδεμένους γὰρ αὐτοὺς εἶχεν Ἀριστόβουλος, ὡς προειρήκαμεν, Ἰαναῖον τὸν καὶ Ἀλέξανδρον βασιλέα καθίστησιν τὸν καὶ καθʼ ἡλικίαν προύχοντα καὶ μετριότητα, 13.321 καὶ συνέβη γεννηθέντι εὐθὺς μισηθῆναι ὑπὸ τοῦ πατρὸς καὶ μέχρι τῆς τελευτῆς αὐτοῦ μηκέτι εἰς ὄψιν ἀφικέσθαι. τὸ δʼ αἴτιον τοῦ μίσους τοιόνδε λέγεται γενέσθαι· 13.322στέργων μάλιστα τῶν παίδων Ὑρκανὸς τοὺς πρεσβυτέρους Ἀντίγονον καὶ Ἀριστόβουλον φανέντα κατὰ τοὺς ὕπνους αὐτῷ τὸν θεὸν ἐπηρώτα, τίς αὐτοῦ τῶν παίδων μέλλει ἔσεσθαι διάδοχος. τοῦ δὲ θεοῦ τοὺς τούτου χαρακτῆρας δείξαντος, λυπηθεὶς ὅτι τῶν ἀγαθῶν αὐτοῦ πάντων οὗτος ἔσται κληρονόμος, γενόμενον εἴασεν ἐν τῇ Γαλιλαίᾳ τρέφεσθαι. μέντοι θεὸς οὐ διεψεύσατο τὸν Ὑρκανόν. 13.323τὴν δὲ βασιλείαν μετὰ τὴν Ἀριστοβούλου τελευτὴν οὗτος παραλαβὼν τὸν μὲν τῶν ἀδελφῶν ἐπιχειροῦντα τῇ βασιλείᾳ διεχρήσατο, τὸν δʼ ἕτερον ἀπραγμόνως ζῆν προαιρούμενον εἶχεν ἐν τιμῇ.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.316 Joseph. AJ 13.321 (English) >>Joseph. AJ 13.326

Powered by PhiloLogic